Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.18 Dem. 51.21 (English) >>Dem. 52.1

51.19εἶθʼ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν, ἀλλʼ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες, ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ, δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν. καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν, ὥστʼ οἴονται τὸν ἅπαξ εἰρηκότʼ ἂν καλέσωσιν ἀναιδῆ, σφᾶς αὐτοὺς πάντʼ <ἂν> τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι. 51.20καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει, διὰ τοὺς δʼ οἰομένους δεῖν τὰ δίκαιʼ ἀντιλέγειν οὐ πάντʼ ἀπόλωλεν. τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι, καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθʼ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον, ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τινʼ ἐτόλμησαν εἰπεῖν, οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς.

51.21τοῦ τοίνυν τούτους ἀδίκους εἶναι καὶ θρασεῖς οὐδένες ὑμῶν εἰσιν αἰτιώτεροι· παρὰ γὰρ τῶν λεγόντων, οὓς ἴστʼ ἐπὶ μισθῷ τοῦτο πράττοντας, πυνθάνεσθε ποῖόν τινʼ ἕκαστον δεῖ νομίζειν, οὐκ αὐτοὶ θεωρεῖτε. καίτοι πῶς οὐκ ἄτοπον τούτους μὲν αὐτοὺς πονηροτάτους τῶν πολιτῶν νομίζειν, τοὺς δʼ ὑπὸ τούτων ἐπαινουμένους χρηστοὺς ἡγεῖσθαι; 51.22καὶ γάρ τοι πάντα διʼ αὑτῶν ποιοῦνται, καὶ μόνον οὐχ ὑπὸ κήρυκος πωλοῦσι τὰ κοινά, καὶ στεφανοῦν, ὃν ἂν αὐτοῖς δοκῇ, καὶ μὴ στεφανοῦν κελεύουσι, κυριωτέρους αὑτοὺς τῶν ὑμετέρων δογμάτων καθιστάντες. ἐγὼ δʼ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, παραινῶ μὴ ποιεῖν τὴν τῶν ἀναλίσκειν ἐθελόντων φιλοτιμίαν ἐπὶ τῇ τῶν λεγόντων πλεονεξίᾳ. εἰ δὲ μή, διδάξετε πάντας τὰ μὲν ὑφʼ ὑμῶν προσταττόμενʼ ὡς εὐτελέστατα διοικεῖν, τοὺς δʼ ὑπὲρ τούτων ἀναιδῶς εἰς ὑμᾶς ψευδομένους ὡς πλείστου μισθοῦσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.18 Dem. 51.21 (English) >>Dem. 52.1

Powered by PhiloLogic